Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

NOVAVULGATA

Nova Vulgata

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

Nova Vulgata - Vetus Testamentum - Iudicum - 2

Iudicum

Nova Vulgata Torna al libro

AT greco

Nova Vulgata 2 2,1Ascenditque angelus Domini de Galgalis in Bochim et ait: «Eduxi vos de Aegypto et introduxi in terram, pro qua iuravi patribus vestris et pollicitus sum, ut non facerem irritum pactum meum vobiscum in sempiternum,
AT greco check GdcB2,1καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν καὶ εἶπα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα
GdcA2,1καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν καὶ εἶπεν ὑμῖν οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα
Nova Vulgata 2,2ita dumtaxat ut non feriretis foedus cum habitatoribus terrae huius, sed aras eorum subverteretis. Et noluistis audire vocem meam. Cur hoc fecistis?
AT greco check GdcB2,2καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτι ταῦτα ἐποιήσατε
GdcA2,2καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτε ταῦτα ἐποιήσατε
Nova Vulgata 2,3Quam ob rem nolui expellere eos a facie vestra, ut sint vobis in laqueum, et dii eorum in ruinam».
AT greco check GdcB2,3κἀγὼ εἶπον οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον
GdcA2,3καὶ ἐγὼ εἶπα οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον
Nova Vulgata
2,4Cumque loqueretur angelus Domini verba haec ad omnes filios Israel, elevaverunt vocem suam et fleverunt.
AT greco check GdcB2,4καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπῆραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
GdcA2,4καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ καὶ ἐπῆρεν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
Nova Vulgata 2,5Et vocatum est nomen loci illius Bochim (id est locus Flentium); immolaveruntque ibi hostias Domino.
AT greco check GdcB2,5καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμῶνες καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ
GdcA2,5διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών καὶ ἔθυσαν ἐκεῖ τῷ κυρίῳ
Nova Vulgata
2,6Dimisit ergo Iosue populum, et abierunt filii Israel unusquisque in possessionem suam, ut obtinerent terram.
AT greco check GdcB2,6καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν
GdcA2,6καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν καὶ ἀπῆλθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν
Nova Vulgata 2,7Servieruntque Domino cunctis diebus Iosue et seniorum, qui longo post eum vixerunt tempore et viderant universum opus magnum Domini, quod fecerat cum Israel.
AT greco check GdcB2,7καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τῷ Ισραηλ
GdcA2,7καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν τῷ Ισραηλ
Nova Vulgata 2,8Mortuus est autem Iosue filius Nun famulus Domini centum et decem annorum;
AT greco check GdcB2,8καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν
GdcA2,8καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν
Nova Vulgata 2,9et sepelierunt eum in finibus possessionis suae in Thamnathsare in monte Ephraim a septentrionali plaga montis Gaas.
AT greco check GdcB2,9καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας
GdcA2,9καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας
Nova Vulgata 2,10Omnisque illa generatio congregata est ad patres suos, et surrexerunt alii post illam, qui non noverant Dominum et opus, quod fecerat cum Israel.
AT greco check GdcB2,10καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ’ αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ Ισραηλ
GdcA2,10καὶ πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ’ αὐτούς ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον ὃ ἐποίησεν τῷ Ισραηλ
Nova Vulgata
2,11Feceruntque filii Israel malum in conspectu Domini et servierunt Baalim
AT greco check GdcB2,11καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλιμ
GdcA2,11καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῖς Βααλιμ
Nova Vulgata 2,12ac dimiserunt Dominum, Deum patrum suorum, qui eduxerat eos de terra Aegypti, et secuti sunt deos alienos, de diis populorum, qui habitabant in circuitu eorum, et adoraverunt eos et ad iracundiam concitaverunt Dominum
AT greco check GdcB2,12καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
GdcA2,12καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον
Nova Vulgata 2,13dimittentes eum et servientes Baal et Astharoth.
AT greco check GdcB2,13καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βααλ καὶ ταῖς Ἀστάρταις
GdcA2,13καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βααλ καὶ ταῖς Ἀστάρταις
Nova Vulgata 2,14Iratusque Dominus contra Israel tradidit eos in manibus diripientium, qui diripuerunt eos, et vendidit eos hostibus, qui habitabant per gyrum, nec potuerunt resistere adversariis suis;
AT greco check GdcB2,14καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
GdcA2,14καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
Nova Vulgata 2,15sed, quocumque pergere voluissent, manus Domini erat super eos ad malum, sicut locutus est et iuravit eis, et vehementer afflicti sunt.
AT greco check GdcB2,15ἐν πᾶσιν οἷς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἦν ἐπ’ αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
GdcA2,15ἐν πᾶσιν οἷς ἐπόρνευον καὶ χεὶρ κυρίου ἦν αὐτοῖς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα
Nova Vulgata
2,16Suscitavitque Dominus iudices, qui liberarent eos de vastantium manibus; 
AT greco check GdcB2,16καὶ ἤγειρεν κύριος κριτάς καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς
GdcA2,16καὶ ἤγειρεν αὐτοῖς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς
Nova Vulgata 2,17sed nec illos audire voluerunt fornicantes cum diis alienis et adorantes eos. Cito deseruerunt viam, per quam ingressi fuerant patres eorum audientes mandata Domini, et omnia fecere contraria.
AT greco check GdcB2,17καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως
GdcA2,17καί γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου οὐκ ἐποίησαν οὕτως
Nova Vulgata 2,18Cumque Dominus iudices suscitaret eis, erat Dominus cum iudice et liberabat eos de manu hostium eorum toto tempore iudicis, quia flectebatur misericordia et audiebat gemitus afflictorum.
AT greco check GdcB2,18καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς
GdcA2,18καὶ ὅτι ἤγειρεν αὐτοῖς κύριος κριτάς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς
Nova Vulgata 2,19Postquam autem mortuus esset iudex, revertebantur et multo faciebant peiora quam fecerant patres sui, sequentes deos alienos, servientes eis et adorantes illos: non dimiserunt opera sua et viam durissimam, per quam ambulare consueverant.
AT greco check GdcB2,19καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς
GdcA2,19καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς
Nova Vulgata
2,20Iratusque est furor Domini in Israel et ait: «Quia irritum fecit gens ista pactum meum, quod pepigeram cum patribus eorum, et vocem meam audire contempsit,
AT greco check GdcB2,20καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ἀνθ’ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου
GdcA2,20καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν ἀνθ’ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου
Nova Vulgata 2,21et ego non expellam gentes, quas dimisit Iosue et mortuus est;
AT greco check GdcB2,21καί γε ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυη ἐν τῇ γῇ καὶ ἀφῆκεν
GdcA2,21καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκεν
Nova Vulgata 2,22ut in ipsis experiar Israel, utrum custodiant viam Domini et ambulent in ea, sicut custodierunt patres eorum, an non».
AT greco check GdcB2,22τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν ἢ οὔ
GdcA2,22τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν ἢ οὔ
Nova Vulgata
2,23Dimisit ergo Dominus has nationes et cito expellere noluit nec tradidit in manibus Iosue.
AT greco check GdcB2,23καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ
GdcA2,23καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ