CEI 2008 - Antico Testamento - Libri Storici - Esdra - 2
Esdra
CEI 2008 Torna al libro
AT greco
CEI 2008
2
Questi sono gli abitanti della provincia che ritornarono dall'esilio, quelli che Nabucodònosor, re di Babilonia, aveva deportato a Babilonia e che tornarono a Gerusalemme e in Giudea, ognuno alla sua città; essi vennero
2,1
La lista (vv. 1-70) è ripetuta, con poche varianti, in Ne 7,6-72. Il richiamo è intenzionale, per unificare tutta l’epoca della ricostruzione.
AT greco
check
1Es2,1βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων
CEI 2008
2,2con Zorobabele, Giosuè, Neemia, Seraià, Reelaià, Mardocheo, Bilsan, Mispar, Bigvài, Recum, Baanà.
Questa è la lista degli uomini del popolo d'Israele.
Questa è la lista degli uomini del popolo d'Israele.
AT greco
check
1Es2,2τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
AT greco
check
1Es2,3εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ ἔστω ὁ κύριος αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ οὗτος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ
AT greco
check
1Es2,4ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεθ’ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ’ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ
AT greco
check
1Es2,5καὶ καταστάντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ
AT greco
check
1Es2,6καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἀργυρίῳ καὶ χρυσίῳ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη
AT greco
check
1Es2,7καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ
AT greco
check
1Es2,8ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας
AT greco
check
1Es2,9ὁ δὲ τούτων ἀριθμὸς ἦν σπονδεῖα χρυσᾶ χίλια σπονδεῖα ἀργυρᾶ χίλια θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα
AT greco
check
1Es2,10φιάλαι χρυσαῖ τριάκοντα ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια
AT greco
check
1Es2,11τὰ δὲ πάντα σκεύη διεκομίσθη χρυσᾶ καὶ ἀργυρᾶ πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα
AT greco
check
1Es2,12ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν
AT greco
check
1Es2,13βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ
AT greco
check
1Es2,14καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ’ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται
AT greco
check
1Es2,15ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται
AT greco
check
1Es2,16καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις
AT greco
check
1Es2,17καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος δι’ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη
AT greco
check
1Es2,18νῦν οὖν ὑποδείκνυμέν σοι κύριε βασιλεῦ διότι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην
AT greco
check
1Es2,19τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα
AT greco
check
1Es2,21ἐπέταξα οὖν ἐπισκέψασθαι καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες
AT greco
check
1Es2,22καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην
AT greco
check
1Es2,24καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι
AT greco
check
1Es2,25τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ’ ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας
AT greco
check
1Es2,26καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως
CEI 2008
Il governatore disse loro che non potevano mangiare le cose santissime, finché non si presentasse un sacerdote con urìm e tummìm.
2,63
governatore: qui indica una carica amministrativa diversa da quella citata in Esd 5,14 e Ne 5,14.
urìm e tummìm: strumenti divinatori per ottenere da Dio risposta su un determinato quesito (vedi Es 28,30; 1Sam 14,41-42).
urìm e tummìm: strumenti divinatori per ottenere da Dio risposta su un determinato quesito (vedi Es 28,30; 1Sam 14,41-42).