Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

CEI2008

CEI 2008

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

CEI 2008 - Antico Testamento - Libri Storici - Giudici - 21

Giudici

CEI 2008 Torna al libro

AT greco

CEI 2008 21 Gli Israeliti avevano giurato a Mispa: "Nessuno di noi darà la propria figlia in moglie a un Beniaminita".
21,1-25 I seicento Beniaminiti superstiti (20,47) garantiscono la sopravvivenza della tribù, perché a loro vengono procurate le mogli. Secondo una tradizione, vengono rapite le vergini di Iabes di Gàlaad, secondo un’altra, le figlie di Silo.
AT greco check GdcB21,1καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα
GdcA21,1καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα
CEI 2008 21,2Il popolo venne a Betel, dove rimase fino alla sera davanti a Dio, alzò la voce, prorompendo in pianto,
AT greco check GdcB21,2καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
GdcA21,2καὶ παρεγένοντο πᾶς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
CEI 2008 21,3e disse: "Signore, Dio d'Israele, perché è avvenuto questo in Israele, che oggi in Israele sia venuta meno una delle sue tribù?".
AT greco check GdcB21,3καὶ εἶπαν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν
GdcA21,3καὶ εἶπαν ἵνα τί κύριε ὁ θεὸς Ισραηλ ἐγενήθη αὕτη ἐν τῷ Ισραηλ τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ φυλὴν μίαν
CEI 2008 21,4Il giorno dopo il popolo si alzò di buon mattino, costruì in quel luogo un altare e offrì olocausti e sacrifici di comunione.
AT greco check GdcB21,4καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας
GdcA21,4καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου
CEI 2008 21,5Poi gli Israeliti dissero: "Fra tutte le tribù d'Israele, qual è quella che non è venuta all'assemblea davanti al Signore?". Perché contro chi non fosse venuto alla presenza del Signore a Mispa si era pronunciato questo grande giuramento: "Sarà messo a morte".
AT greco check GdcB21,5καὶ εἶπον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται
GdcA21,5καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ὁ μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ ἀποθανεῖται
CEI 2008 21,6Gli Israeliti si pentivano di quello che avevano fatto a Beniamino loro fratello e dicevano: "Oggi è stata soppressa una tribù d'Israele.
AT greco check GdcB21,6καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ
GdcA21,6καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ
CEI 2008 21,7Come faremo per procurare donne ai superstiti, dato che abbiamo giurato per il Signore di non dar loro in moglie nessuna delle nostre figlie?".
AT greco check GdcB21,7τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
GdcA21,7τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας
CEI 2008 21,8Dissero dunque: "Fra le tribù d'Israele, qual è quella che non è venuta davanti al Signore a Mispa?". Risultò che nessuno di Iabes di Gàlaad era venuto all'accampamento dove era l'assemblea;
AT greco check GdcB21,8καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν
GdcA21,8καὶ εἶπαν τίς μία τῶν φυλῶν Ισραηλ ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν
CEI 2008 21,9fatta la rassegna del popolo, si era trovato che là non vi era nessuno degli abitanti di Iabes di Gàlaad.
AT greco check GdcB21,9καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ
GdcA21,9καὶ ἐπεσκέπη ὁ λαός καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ
CEI 2008 Allora la comunità vi mandò dodicimila uomini dei più valorosi e ordinò: "Andate e passate a fil di spada gli abitanti di Iabes di Gàlaad, comprese le donne e i bambini.
21,10 Iabes di Gàlaad: città tra lo Iarmuk e lo Iabbok, affluenti di sinistra del Giordano. Era in buoni rapporti con la tribù di Beniamino (vedi 1Sam 11; 31,11-13).
AT greco check GdcB21,10καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας
GdcA21,10καὶ ἀπέστειλαν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν
CEI 2008 21,11Farete così: voterete allo sterminio ogni maschio e ogni donna che abbia avuto rapporti con un uomo; invece risparmierete le vergini". Quelli fecero così.
AT greco check GdcB21,11καὶ τοῦτο ποιήσετε πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως
GdcA21,11καὶ οὗτος ὁ λόγος ὃν ποιήσετε πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε
CEI 2008 21,12Trovarono fra gli abitanti di Iabes di Gàlaad quattrocento fanciulle vergini, che non avevano avuto rapporti con un uomo, e le condussero all'accampamento, a Silo, che è nella terra di Canaan.
AT greco check GdcB21,12καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν
GdcA21,12καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω ἥ ἐστιν ἐν γῇ Χανααν
CEI 2008 21,13Tutta la comunità mandò messaggeri per parlare ai figli di Beniamino, che erano alla roccia di Rimmon, e per proporre loro la pace.
AT greco check GdcB21,13καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
GdcA21,13καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην
CEI 2008 21,14Allora i Beniaminiti tornarono e furono date loro quelle donne di Iabes di Gàlaad a cui era stata risparmiata la vita; ma non erano sufficienti per tutti.
AT greco check GdcB21,14καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
GdcA21,14καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως
CEI 2008 21,15Il popolo dunque si era pentito di quello che aveva fatto a Beniamino, perché il Signore aveva aperto una breccia fra le tribù d'Israele.
AT greco check GdcB21,15καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ
GdcA21,15καὶ ὁ λαὸς παρεκλήθη τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ
CEI 2008 21,16Gli anziani della comunità dissero: "Come procureremo donne ai superstiti, poiché le donne beniaminite sono state sterminate?".
AT greco check GdcB21,16καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή
GdcA21,16καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμιν γυνή
CEI 2008 21,17Soggiunsero: "Bisogna conservare il possesso di un resto a Beniamino, perché non sia soppressa una tribù in Israele.
AT greco check GdcB21,17καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ
GdcA21,17καὶ εἶπαν κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ισραηλ
CEI 2008 21,18Ma noi non possiamo dare loro in moglie le nostre figlie, perché gli Israeliti hanno giurato: "Maledetto chi darà una moglie a Beniamino!"".
AT greco check GdcB21,18ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν
GdcA21,18καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν
CEI 2008 Aggiunsero: "Ecco, ogni anno si fa una festa per il Signore a Silo". Questa città è a settentrione di Betel, a oriente della strada che sale da Betel a Sichem e a mezzogiorno di Lebonà.
21,19 una festa per il Signore a Silo: forse una festa locale in occasione della vendemmia (vv. 21-22). Silo è a est della strada Betel-Sichem, 15 chilometri a nord di Betel.
AT greco check GdcB21,19καὶ εἶπαν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα
GdcA21,19καὶ εἶπαν ἑορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀφ’ ἡμερῶν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα
CEI 2008 21,20Diedero quest'ordine ai figli di Beniamino: "Andate, appostatevi nelle vigne
AT greco check GdcB21,20καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
GdcA21,20καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν
CEI 2008 21,21e state attenti: quando le fanciulle di Silo usciranno per danzare in coro, uscite dalle vigne, rapite ciascuno una donna tra le fanciulle di Silo e andatevene nel territorio di Beniamino.
AT greco check GdcB21,21καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν
GdcA21,21καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμιν
CEI 2008 21,22Quando i loro padri o i loro fratelli verranno a discutere con noi, diremo loro: "Perdonateli: non le hanno prese una ciascuno in guerra, né voi le avete date loro: solo in tal caso sareste in colpa"".
AT greco check GdcB21,22καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε
GdcA21,22καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν πρὸς αὐτούς ἐλεήσατε αὐτούς ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς κατὰ τὸν καιρὸν ἐπλημμελήσατε
CEI 2008 21,23I figli di Beniamino fecero a quel modo: si presero mogli, secondo il loro numero, fra le danzatrici; le rapirono, poi partirono e tornarono nel loro territorio, riedificarono le città, e vi stabilirono la loro dimora.
AT greco check GdcB21,23καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς
GdcA21,23καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ἃς διήρπασαν καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς
CEI 2008 21,24In quel medesimo tempo, gli Israeliti se ne andarono ciascuno nella sua tribù e nella sua famiglia e da quel luogo ciascuno si diresse verso la sua eredità.
AT greco check GdcB21,24καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ
GdcA21,24καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ καὶ ἀπῆλθον ἐκεῖθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ
CEI 2008 21,25In quel tempo non c'era un re in Israele; ognuno faceva come gli sembrava bene.
AT greco check GdcB21,25ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει
GdcA21,25ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει